11.135φθάσας γὰρ ὁ Ἔζδρας εἰπεῖν τῷ βασιλεῖ, ὅτι διασώσει αὐτοὺς ὁ θεός, οὐ κατηξίωσεν ἱππεῖς αὐτὸν αἰτῆσαι τοὺς προπέμψοντας. ποιησάμενοι δὲ τὰς εὐχάς, ἄραντες ἀπὸ τοῦ Εὐφράτου δωδεκάτῃ τοῦ πρώτου μηνὸς τοῦ ἑβδόμου ἔτους τῆς Ξέρξου βασιλείας παρεγένοντο εἰς Ἱεροσόλυμα μηνὶ πέμπτῳ τοῦ αὐτοῦ ἔτους.
11.136καὶ παραχρῆμα τοῖς γαζοφύλαξιν ὁ Ἔζδρας οὖσιν ἐκ τοῦ τῶν ἱερέων γένους παρέστησεν τὰ ἱερὰ χρήματα, ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρύσεα σκεύη ταλάντων εἴκοσι, καὶ χαλκᾶ σκεύη χρυσοῦ κρείττονα σταθμὸν ἔχοντα ταλάντων δώδεκα· ταῦτα γὰρ ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ πάντες οἱ ἐν Βαβυλῶνι μένοντες Ἰσραηλῖται.
11.137παραδοὺς δὲ ταῦτα τοῖς ἱερεῦσιν ὁ Ἔζδρας ἀπέδωκε τῷ θεῷ τὰς ἐκ τῶν ὁλοκαυτώσεων νενομισμένας γίνεσθαι θυσίας, ταύρους δώδεκα ὑπὲρ κοινῆς τοῦ λαοῦ σωτηρίας, κριοὺς ἐνενήκοντα, ἄρνας ἑβδομηκονταδύο, ἐρίφους εἰς παραίτησιν τῶν ἡμαρτημένων δεκαδύο.
11.138τοῖς δὲ τοῦ βασιλέως οἰκονόμοις καὶ τοῖς ἐπάρχοις τῆς κοίλης Συρίας καὶ Φοινίκης τὰ γράμματα τοῦ βασιλέως ἀπέδωκεν. οἱ δὲ τὸ προσταχθὲν ὑπʼ αὐτοῦ ποιεῖν ἀνάγκην ἔχοντες ἐτίμησάν τε τὸ ἔθνος καὶ πρὸς πᾶσαν αὐτῷ χρείαν συνήργησαν.
11.139
Ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐβουλεύσατο Ἔσδρας, προεχώρησεν δʼ αὐτῷ κρίναντος αὐτὸν ἄξιον οἶμαι τοῦ θεοῦ τῶν βουληθέντων διὰ χρηστότητα καὶ δικαιοσύνην.